Add parallel Print Page Options

32 Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα, καὶ ἀπέστειλαν [a]οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας ἵνα πιάσωσιν αὐτόν. 33 εἶπεν οὖν ὁ Ἰησοῦς· Ἔτι [b]χρόνον μικρὸν μεθ’ ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. 34 ζητήσετέ με καὶ οὐχ [c]εὑρήσετέ, καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. 35 εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς· Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας; 36 τίς ἐστιν [d]ὁ λόγος οὗτος ὃν εἶπε· Ζητήσετέ με καὶ οὐχ [e]εὑρήσετέ, καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;

37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς, καὶ ἔκραξεν λέγων· Ἐάν τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω. 38 ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. 39 τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος [f]οὗ ἔμελλον λαμβάνειν οἱ [g]πιστεύσαντες εἰς αὐτόν· οὔπω γὰρ ἦν [h]πνεῦμα, ὅτι Ἰησοῦς [i]οὐδέπω ἐδοξάσθη.

40 [j]Ἐκ τοῦ ὄχλου οὖν ἀκούσαντες [k]τῶν λόγων τούτων [l]ἔλεγον· Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· 41 ἄλλοι ἔλεγον· Οὗτός ἐστιν ὁ χριστός· [m]οἱ δὲ ἔλεγον· Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ χριστὸς ἔρχεται; 42 [n]οὐχ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυὶδ, καὶ ἀπὸ Βηθλέεμ τῆς κώμης ὅπου ἦν Δαυὶδ, [o]ἔρχεται ὁ χριστός; 43 σχίσμα οὖν [p]ἐγένετο ἐν τῷ ὄχλῳ δι’ αὐτόν. 44 τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ’ οὐδεὶς [q]ἐπέβαλεν ἐπ’ αὐτὸν τὰς χεῖρας.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:32 οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας WH Treg NIV ] ὑπηρέτας οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:33 χρόνον μικρὸν WH Treg NIV ] μικρὸν χρόνον RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:34 εὑρήσετέ Treg RP ] + με WH NIV
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:36 ὁ λόγος οὗτος WH Treg NIV ] οὗτος ὁ λόγος RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:36 εὑρήσετέ Treg RP ] + με WH NIV
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:39 οὗ WH Treg RP ] ὃ NIV
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:39 πιστεύσαντες WH Treg NIV ] πιστεύοντες RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:39 πνεῦμα WH NA ] + ἅγιον Treg RP; + δεδομένον NIV
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:39 οὐδέπω NIV RP ] οὔπω WH Treg
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:40 Ἐκ τοῦ ὄχλου οὖν WH Treg NIV ] Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:40 τῶν λόγων τούτων WH Treg NIV ] τὸν λόγον RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:40 ἔλεγον Treg NIV RP ] + ὅτι WH
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:41 οἱ δὲ WH Treg NIV ] Ἄλλοι RP
  14. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:42 οὐχ WH Treg NIV ] Οὐχὶ RP
  15. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:42 ἔρχεται ὁ χριστός WH Treg NIV ] ὁ χριστός ἔρχεται RP
  16. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:43 ἐγένετο ἐν τῷ ὄχλῳ WH Treg NIV ] ἐν τῷ ὄχλῳ ἐγένετο RP
  17. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:44 ἐπέβαλεν NIV RP ] ἔβαλεν WH Treg